Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.238 Joseph. BJ 3.244 (English) >>Joseph. BJ 3.252

3.241καὶ ἤνυον μὲν οὐδὲν μικρόν, αὐτοὶ δὲ ἀδιαλείπτως ἔπιπτον ὑπὸ μὴ βλεπομένων καθορώμενοι· 3.242αὐτοί τε γὰρ ὑπὸ τῆς σφετέρας περιλαμπόμενοι φλογὸς

-- --

σκοπὸς ἦσαν τοῖς πολεμίοις εὐσύνοπτος ὥσπερ ἐν ἡμέρᾳ, καὶ τῶν ὀργάνων πόρρωθεν μὴ βλεπομένων δυσφύλακτον ἦν τὸ βαλλόμενον. 3.243 τε οὖν τῶν ὀξυβελῶν καὶ καταπελτῶν βία πολλοὺς ἅμα διήλαυνεν, καὶ τῶν ὑπὸ τῆς μηχανῆς ἀφιεμένων πετρῶν ῥοῖζος ἐπάλξεις τε ἀπέσυρεν καὶ γωνίας ἀπέθρυπτε πύργων. 3.244ἀνδρῶν μὲν γὰροὕτως ἰσχυρὸν στῖφος, μὴ μέχρις ἐσχάτης στρώννυται φάλαγγος βίᾳ τε καὶ μεγέθει τοῦ λίθου. 3.245μάθοι δʼ ἄν τις τὴν τοῦ μηχανήματος ἀλκὴν ἐκ τῶν ἐπὶ τῆσδε τῆς νυκτὸς γενομένων· πληγεὶς γάρ τις ἀπʼ αὐτοῦ τῶν περὶ τὸν Ἰώσηπον ἑστώτων ἀνὰ τὸ τεῖχος ἀπαράσσεται τὴν κεφαλὴν ὑπὸ τῆς πέτρας, καὶ τὸ κρανίον ἀπὸ τριῶν ἐσφενδονήθη σταδίων. 3.246γυναικός τε μεθʼ ἡμέραν ἐγκύμονος πληγείσης τὴν γαστέρα, προῄει δὲ νέον ἐξ οἰκίας, ἐξέσεισεν ἐφʼ ἡμιστάδιον τὸ βρέφος· τοσαύτη ἦν τοῦ λιθοβόλου βία. 3.247τῶν οὖν ὀργάνων φοβερώτερος ῥοῖζος, τῶν δὲ βαλλομένων ἦν ψόφος. 3.248ἐπάλληλοι δὲ ἐκτύπουν οἱ νεκροὶ κατὰ τοῦ τείχους ῥιπτόμενοι, καὶ δεινὴ μὲν ἔνδοθεν κραυγὴ γυναικῶν ἠγείρετο, συνήχουν δʼ ἔξωθεν οἰμωγαὶ φονευομένων.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.238 Joseph. BJ 3.244 (English) >>Joseph. BJ 3.252

Powered by PhiloLogic